27.10.08

Taršanski grafiti

Važnost izlučevina u politici. (Strabon piše o Atenodoru iz Tarza i njegovu pokušaju da sredi lokalnu vlast.)



κατιών τε εἰς τὴν πατρίδα ἤδη γηραιὸς κατέλυσε τὴν καθεστῶσαν πολιτείαν κακῶς φερομένην ὑπό τε ἄλλων καὶ Βοήθου, κακοῦ μὲν ποιητοῦ κακοῦ δὲ πολίτου, δημοκοπίαις ἰσχύσαντος τὸ πλέον. ἐπῆρε δ’ αὐτὸν καὶ Ἀντώνιος κατ’ ἀρχὰς ἀποδεξάμενος τὸ γραφὲν εἰς τὴν ἐν Φιλίπποις νίκην ἔπος, καὶ ἔτι μᾶλλον ἡ εὐχέρεια ἡ ἐπιπολάζουσα παρὰ τοῖς Ταρσεῦσιν ὥστ’ ἀπαύστως σχεδιάζειν παρὰ χρῆμα πρὸς τὴν δεδομένην ὑπόθεσιν· καὶ δὴ καὶ γυμνασιαρχίαν ὑποσχόμενος Ταρσεῦσι τοῦτον ἀντὶ γυμνασιάρχου κατέστησε, καὶ τὰ ἀναλώματα ἐπίστευσεν αὐτῷ. ἐφωράθη δὲ νοσφισάμενος τά τε ἄλλα καὶ τοὔλαιον· ἐλεγχόμενος δ’ ὑπὸ τῶν κατηγόρων ἐπὶ τοῦ Ἀντωνίου παρῃτεῖτο τὴν ὀργήν, σὺν ἄλλοις καὶ ταῦτα λέγων ὅτι “ὥσπερ Ὅμηρος ἐξύμνησεν Ἀχιλλέα καὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα, οὕτως ἐγὼ σέ· οὐ δίκαιος οὖν εἰμι εἰς τοιαύτας ἄγεσθαι διαβολὰς ἐπὶ σοῦ.” παραλαβὼν οὖν ὁ κατήγορος τὸν λόγον “ἀλλ’ Ὅμηρος μέν” ἔφη ἔλαιον Ἀγαμέμνονος οὐκ ἔκλεψεν, ἀλλ’ οὐδὲ Ἀχιλλέως, σὺ δέ· ὥστε δώσεις δίκην.” διακρουσάμενος δ’ οὖν θεραπείαις τισὶ τὴν ὀργὴν οὐδὲν ἧττον διετέλεσεν ἄγων καὶ φέρων τὴν πόλιν μέχρι τῆς καταστροφῆς τοῦ Ἀντωνίου. τοιαύτην δὲ τὴν πόλιν καταλαβὼν ὁ Ἀθηνόδωρος τέως μὲν ἐπεχείρει λόγῳ μετάγειν κἀκεῖνον καὶ τοὺς συστασιώτας· ὡς δ’ οὐκ ἀπείχοντο ὕβρεως οὐδεμιᾶς, ἐχρήσατο τῇ δοθείσῃ ὑπὸ τοῦ Καίσαρος ἐξουσίᾳ καὶ ἐξέβαλεν αὐτοὺς καταγνοὺς φυγήν. οἱ δὲ πρῶτον μὲν κατετοιχογράφησαν αὐτοῦ τοιαῦτα ἔργα νέων, βουλαὶ δὲ μέσων, πορδαὶ δὲ γερόντων. ἐπεὶ δ’ ἐκεῖνος ἐν παιδιᾶς μέρει δεξάμενος ἐκέλευσε παρεπιγράψαι “βρονταὶ δὲ γερόντων,” καταφρονήσας τις τοῦ ἐπιεικοῦς εὔλυτον τὸ κοιλίδιον ἔχων προσέρρανε πολὺ τῇ θύρᾳ καὶ τῷ τοίχῳ νύκτωρ παριὼν τὴν οἰκίαν· ὁ δὲ τῆς στάσεως κατηγορῶν ἐν ἐκκλησίᾳ “τὴν νόσον τῆς πόλεως” ἔφη “καὶ τὴν καχεξίαν πολλαχόθεν σκοπεῖν ἔξεστι, καὶ δὴ καὶ ἐκ τῶν διαχωρημάτων.”


Strabon, 14, 5, 14.

2 komentara:

dimitar.illiev kaže...

I am currently using this text in my course about Greek epigram. After reading some epitaphs and dedications in verse, I stumbled upon your blog post and decided it would be just fine to introduce the students also to some graffitti in hexameter. the passage you've selected fits perfectly my course, thank you! (all the more that the word "porde" will allow the occasion for an etymological excourse in South-Slavic obscenities!)

cheers,

Mitko

Unknown kaže...

Wow, Mitko, you're welcome. We live to serve (and aim to please). A meni nije na pamet palo da je grafit u heksametru! Sramota.